08/02/2011

ΟΡΦΙΚΟΣ ΥΜΝΟΣ ΚΟΥΡΗΤΩΝ

Σκιρτηταὶ Κουρῆτες, ἐνόπλια βήματα θέντες,
ποσσίκροτοι, ῥομβηταί, ὀρέστεροι, εὐαστῆρες,
κρουσιλύραι, παράρυθμοι, ἐπεμβάται ἴχνεσι κούφοις,
ὁπλοφόροι, φύλακες, κοσμήτορες, ἀγλαόφημοι.
μητρὸς ὀρειμανέος συνοπάονες, ὀργιοφάνται·
ἔλθοιτ εὐμενέοντες ἐπ εὐφήμοισι λόγοισιν,
βουκόλῳ εὐάντητοι ἀεὶ κεχαρηότι θυμῷ.-

[ΟΡΦΕΩΣ ΥΜΝΟΙ, ΑΡ. 31 - "88 ΙΕΡΟΙ ΥΜΝΟΙ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΘΡΗΣΚΕΙΑΣ", ΕΚΔΟΣΕΙΣ ΗΛΙΟΔΡΟΜΙΟΝ, ΑΘΗΝΑ 2004 ]

No comments :

Post a Comment